ΖΕΑ ΔΙΟΣΚΟΥΡΙΔΗΣ ” δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕλης ταυτὶ γράφει· «ζέα | 6.517.1 δισσή· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις συν- εζευγμένον ἔχουσα τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς καὶ εὐστόμαχος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη

2014-09-28 20:11

” δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕλης ταυτὶ γράφει· «ζέα |
6.517.1
δισσή· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις συν-
εζευγμένον ἔχουσα τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς καὶ
εὐστόμαχος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη. κρίμνον δὲ ἁδρό-
τερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέας καὶ
6.517.5
πυροῦ, ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστι δὲ ἱκανῶς τρόφιμον καὶ εὐκατ-
έργαστον, σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζέας, μάλιστα δὲ προ-
φρυχθείσης. καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζέας, ἀτρο-
φωτέρα δὲ κατὰ ποσὸν ἐκείνης. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρί-
μνον ἐξ αὐτῆς ὡσαύτως γίνεται. ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμένης εἰς
6.517.10
λεπτὸν ζέας σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσπερ πολτάριον ὑγρόν, παι-
δίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰς καταπλάσματα. ὁ δὲ τράγος τὸ σχῆμα
μὲν παραπλήσιος χόνδρῳ, ἀτροφώτερος δὲ παρὰ πολὺ ζέας, διὰ τὸ
πολὺ ἔχειν τὸ ἀχυρῶδες, διὸ καὶ δυσκατέργαστός ἐστι καὶ κοιλίας
μαλακτικός». περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.”



Dioscorides Pedanius Med., De materia medica
Book 2, section 96, line 1

” χόνδρος· οἱ δὲ δίκοκκον, οἱ δὲ ζέαν καλοῦσιν, Ῥω-
μαῖοι φάρρεμ.”

Etymologicum Gudianum, Etymologicum Gudianum (ζείδωρος – ὦμαι)

“, εἶδος κριθώδους καρποῦ, ζειά· ἡ γὰρ κριθὴ
ἑξάστιχος, ὁ σῖτος τετράστιχος· ἡ δὲ ὀλύρα δύστιχος
καὶ ὄψιμος. ”

Scholia In Oppianum, Scholia et glossae in halieutica

“Φυσίζωον τὴν δωρουμένην τὰς ζειὰς, ἢ ἐκ τοῦ ἔχειν φύσιν ζωο-
γονοῦσαν, φύουσα (αν) πρὸς τὸ ζῇν, ἡ δὲ λέξις σύνθετος.”

Etymologicum Gudianum, Additamenta in Etymologicum Gudianum (ἀάλιον – ζειαί)

“· αἱ ὄλυραι, αἱ τοῦ ζῆν αἴτιαι, ὡς παρὰ τὸ ζέω ζεαί καὶ ζειαί. 

 

Επαφή

eyzein Φίλυρο
Θεσσαλονίκη
57010
6996034750 ckosmid@gmail.com